viernes, 17 de marzo de 2017

CARTA EN PAPIRO DE UN SOLDADO ROMANO A SU MADRE ESCRITA EN GRIEGO (S. II d. C.)


P.Mich. 8 491


Ἀπολινᾶρις Ταήσι τῇ μητρεὶ καὶ κυρίᾳ
πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε
ὑγειαίνειν κἀγὼ αὐτὸς ὑγειαίνω καὶ τὸ προσκύνη-
μά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. γεινώσκειν σε
θέλω, μήτηρ, ὅτι ἐρρωμένος ἐγενόμην εἰς Ῥώμην                5
Παχὼν μηνὶ κε καὶ ἐκληρώθην εἰς Μισηνούς.
οὔπω δὲ τὴν κετυρίαν μου ἔγνων· οὐ γὰρ ἀπε-
ληλύτειν εἰς Μισηνοὺς ὅτε σοι τὴν ἐπιστολὴν ταύτην
ἔγραφον. ἐρωτῶ σε οὖν, μήτηρ, σεαυτῇ πρόσεχε,
μηδὲν δίσταζε περὶ ἐμοῦ· ἐγὼ γὰρ εἰς καλὸν τό-                 10
πον ἦλθον. καλῶς δὲ ποιης γράψασσά  μοι ἐπιστο-
λὴν πε[ρ]ὶ τῆς σωτηρίας σου καὶ τῶν ἀδελφῶν μου καὶ
τῶν σῶν πάντων. καὶ γὼ εἴ τινα ἐὰν εὕρω γράφω
σοι· οὐ μὴ ὀκνήσω σοι γράφιν. ἀσπάζομαι τοὺς ἀ-
δελφούς μου πολλὰ καὶ Ἀπολινᾶριν καὶ τὰ τέ-                     15
κνα αὐτοῦ καὶ Καραλᾶν καὶ τὰ τέκνα αὐτοῦ.
ἀσπάζ[ο]μαι Πτολεμαῖν καὶ Πτολεμαείδα καὶ τὰ
τέκν[α] αὐτῆς καὶ Ἡρακλοῦν καὶ τὰ τέκνα αὐτῆς.
ἀσπάζομαι τοὺς φιλοῦντάς σε πάντας κατʼ ὄνο-
μα.                                                                                        20
ἐρρῶσθαί σε εὔχομαι.

p.mich.8.491


La Traducción está disponible en el Blog de Fernando Lillo Redonet